Σάββατο, 14 Ιουλίου 2012

Κενοδοξία


Αββά Ισαάκ του Σύρου

῾Ο κύων ὁ λείχων τό ῥινίον, ἐκ τοῦ αἵματος ἑαυτοῦ πίνει, καί οὐκ οἶδε τήν βλάβην αὐτοῦ ἐκ τῆς γλυκύτητος τοῦ ἰδίου αἵματος· καί ὁ Μοναχός ὁ κλίνων πιεῖν κενοδοξίαν, ἐκ τῆς ζωῆς αὐτοῦ συμπίνει, καί οὐκ αἰσθάνεται τῆς βλάβης αὐτοῦ ἐκ τῆς γλυκύτητος τῆς πρός ὥραν γινομένης.῾Η δόξα ἡ κοσμική πέτρα ἐστίν ἐν τῇ θαλάσσῃ σκεπαζομένη ὑπό τῶν ὑδάτων, καί οὐ γινώσκεται τῷ ναύτῃ, ἕως ἄν ἐπιστῇ ἐν αὐτῇ τό πλοῖον κάτωθεν, καί πληρωθῇ ὕδατος· οὕτως ἡ κενοδοξία ποιεῖ εἰς τόν ἄνθρωπον, ἕως ἄν βυθίσῃ καί ἀπολέσῃ αὐτόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου